Menu
RSS
Πέμπτη, 28/11/2024
kalimera-arkadia logo
kalimera Arkadia Facebook pageKalimera Arkadia TwitterKalimera Arkadia YouTube channel
ΚΤΕΛ Αρκαδίας
anakem728x90

Τὰ φρικτὰ καὶ σωτήρια Πάθη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Τὰ φρικτὰ καὶ σωτήρια Πάθη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

«Ἐξηγόρασας ἡμᾶς, ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳΣου Αἵματι· τῷ Σταυρῷπροσηλωθείς, καὶ τῇλόγχῃκεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις·  Σωτὴρ ἡμῶν δόξα Σοι».

Ἀφοῦ ἀνέτειλεν ἡ κγ΄Μαρτίουἡμέρα τῆς ἑβδομάδοςΠαρασκευήἀποστέλλεται ὁἸησοῦς ἀπὸ τοὺΚαϊάφα πρὸς τὸντότε ἡμεμόνα τῆς ἸουδαίαςΠόντιον Πιλάτον τὸ ὄνομα· ὅστιςπολυτρόπως ἀνακρίνας Αὐτόνκαὶἅπαξ καὶ δὶς ὁμολογήσας ἀθῶονπρὸς εὐχαρίστησιν ἔπειτα τῶνἸουδαίωνψηφίζει θάνατον κατΑὐτοῦ· καὶ φραγγελώσας ὡςδοῦλον φυγάδα τὸν Δεσπότην τοῦπαντόςπαρέδωκε εἰς τὸσταυρωθῆναι.

Ἐντεῦθεν ὁ Ἰησοῦςπαραδοθεὶς εἰς τοὺς στρατιώταςγυμνοῦται τὰ ἰμάτια Αὐτοῦἐνδύεται χλαμύδα κοκκίνηνστεφανοῦται ἀκάνθαιςσκηπτροφορεῖ κάλαμονπροσκυνεῖται χλευαστικῶςἐμπτύεταικρούεται κατὰ τοῦπροσώπου καὶ τῆς κεφαλῆςΕἶτα ἐνδυθεὶς πάλιν τὰ ἑαυτοῦ ἰμάτια καὶ βαστάζων τὸν Σταυρόν,ἔρχεται εἰς τὸν Γολγοθᾶ, τόπον τῆς καταδίκης, καὶ ἐκεῖ περὶ ὥραν γ΄ τῆς ἡμέρας σταυροῦται μεταξὺ δύο ληστῶν, βλασφημεῖται ὑπὸ τῶν παραπορευομένων, μυκτηρίζεται ὑπὸ τῶν ἀρχιερέων, ποτίζεται ὑπὸτῶν στρατιωτῶν ὄξος μεμιγμένον μετὰ χολῆς. Περὶ δὲ τὴν θ΄ ὥρα, κράξας φωνῇ μεγάλῃ καὶ εἰπών· Τετέλεσται,ἐκπνέει «ὁ ἀμνὸς τοῦΘεοῦ, ὁ αἵρων τὴν ἁμαρτίαν τοῦκόσμου», καθ' ἧν ὥραν πανσελήνου οὕσης τῆς ἡμέρας,ἐσφάζετο κατὰ τὸν νόμον ὁπασχάλιος ἀμνός, ὁ εἰς τύπον Αὐτοῦ διαταχθεὶς τοῖς Ἰουδαίοις πρὸ 1043 ἐτῶν.

Τὸν Δεσποτικὸν τοῦτονθάνατον καὶ ἡ ἄψυχος κτίσιςπενθοῦσα τρέμει καὶ ἀλλοιοῦταιὑπὸ τοῦ φόβου· ἀλλ'ὁ Δημιουργὸςτῆς κτίσεωςκαὶ νεκρὸς ἤδη ὤνλογχίζεται προσέτι καὶ τὴνἀκήρατον πλευράνκαὶ ρέει ἐξαὐτῆς αἷμα καὶ ὕδωρ.

Τέλοςπερὶ τὴν δύσιν τοῦἡλίουἔρχεται Ἰωσὴφ ὁ ἀπὸἈριμαθαίας καὶ Νικόδημος μεταὐτοῦἀμφότεροι μαθηταὶ τοῦἸησοῦ κεκρυμμένοιἀποκαθηλοῦσιν ἀπὸ τοῦ Σταυροῦτὸ πανάγιον τοῦ ΔιδασκάλουΣῶμαἀρωματίζουσιν αὐτόἐντυλίσσουσιν εἰς σινδόνακαθαράνκαὶ θάψαντες αὐτὸ ἐνμνημείῳ κενῷπροσκυλίουσινἐπὶτῷ στόμιον αὐτοῦ λίθον μέγανΤαῦτα τὰ φρικτὰ καὶ σωτήρια Πάθη τοῦ Κυρίου ἡμῶν ἸησοῦΧριστοῦ ἐπιτελοῦμεν σήμερον καὶ εἰς ἀνάμνησιν αὐτῶν παρελάβομεν, ἐξ Ἀποστολικῆς διαταγῆς, τὴν τῆς Παρασκευῆς νηστείαν.

π.I.Σ.

Προσθήκη σχολίου

Επιστροφή στην κορυφή

Διαβάστε επίσης...