Η Αγία και Μεγάλη Τετάρτη | Γράφει ο π. Ιωάννης Σουρλίγγας
Ὑπὲρ τὴν Πόρνην Ἀγαθὲ ἀνομήσας,
δακρύων ὄμβρους οὐδαμῶς σοι προσῆξα,
ἀλλὰ σιγῇ δεόμενος προσπίπτω σοι,
πόθῳ ἀσπαζόμενος, τοὺς ἀχράντους σου πόδας,
ὅπως μοι τὴν ἄφεσιν, ὡς Δεσπότης παράσχῃς,
τῶν ὀφλημάτων κράζοντι Σωτήρ
. Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.
ΤροπάριοτηςΚασσιανής
Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή,
τὴν σὴν αἰσθομένη θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν,
ὀδυρομένη, μύρα σοι, πρὸ τοῦἐνταφιασμοῦ κομίζει.
Οἴμοι! λέγουσα, ὅτι νύξ μοι ὑπάρχει, οἶστρος ἀκολασίας,
ζοφώδης τε καὶ ἀσέληνος ἔρως τῆς ἁμαρτίας.
Δέξαι μου τὰς πηγὰς τῶν δακρύων,
ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ
κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας,
ὁ κλίνας τοὺς οὐρανοὺς τῇἀφάτῳ σου κενώσει.
Καταφιλήσω τοὺς ἀχράντους σου πόδας,
ἀποσμήξω τούτους δὲ πάλιν τοῖς τῆς κεφαλῆς μου βοστρύχοις ὧν ἐν τῷ παραδείσῳ Εὔα τὸδειλινόν,
κρότον τοῖς ὠσὶν ἠχηθεῖσα, τῷφόβῳ ἐκρύβη.
Ἁμαρτιῶν μου τὰ πλήθη καὶκριμάτων σου ἀβύσσους
τίς ἐξιχνιάσει, ψυχοσῶστα Σωτήρ μου;
Μή με τὴν σὴν δούλην παρίδῃς, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.
Ἡ Ἁγία καί μεγάλη Τετάρτη
Δυό γυναῖκες, λέγουσιν οἱ κριτικώτεροι τῶν Εὐαγγελίων ἑρμηνευταί, ἤλειψαν τόν Κύριον μύρω, ἡ μέν πολύν καιρόν πρό τοῦ πάθους αὐτοῦ, ἡ δέ πρό ὀλίγων ἡμερῶν καί ἡ μέν ὑπῆρχε πόρνη καί ἁμαρτωλή, ἡ δέ σώφρων καί ἐνάρετος. Τοῦ εὐλαβοῦς τούτου ἔργου τήν μνήμην ἐπιτελοῦσα σήμερον ἡ Ἐκκλησία, καί εἰς τό πρόσωπον τῆς πόρνης αὐτό ἀναφέρουσα, συναναφέρει ἐνταυτῶ καί τήν προδοσίαν τοῦ Ἰούδα, ἅπερ ἀμφότερα ἐπράχθησαν, κατά τήν ἱστορικήν του Ματθαίου σειράν, δυό ἡμέρας πρό τοῦ νομικοῦ πάσχα, Μαρτίου κα ΄, ἡμερα Τετράδι τῆς ἑβδομάδος.
Ἡ γυνή λοιπόν ἐκείνη ἤλειψε διά τοῦ μύρου τήν κεφαλήν καί τούς πόδας τοῦ Ἰησοῦ καί διά τῶν τριχῶν τῆς κεφαλῆς αὑτῆς ἀπεσπόγγισεν αὐτούς.
Τό πολύτιμον ἐκεῖνο μῦρον ἔξετιμήθη 300 δηνάρια, ἤ περίπου 15 φλωρία βενετικά.
Ἐκ τῶν μαθητῶν ἐξόχως ὁ φιλάργυροα Ἰούδας σκανδαλίζεται, τάχα διά τήν ἀπώλειαν τοιούτου μύρου.
Ὁ Ἴησοῦς ἐπιπλήττει αὐτόν, ἵνα μή ἐνοχλῆ τήν γυναῖκα καί ὁ Ἰούδας ἀγανακτῶν πορεύεται πρός τούς ἀρχιερεῖς, σύνηγμένους εἰς τήν αὐλην τοῦ Καϊάφα καί συμβουλευόμενους ἤδη κατά τοῦ 'Ιησοῦ καί συμφωνήσας μετ' αὐτῶν τήν προδοσίαν τοῦ διδασκάλου διά τριάκοντα ἀργύρια, ἀπό τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτόν παραδῶ. Ἕνεκα τούτου ἐλαβεν ἀρχήν ἀπ' αὐτῶν τῶν ἀποστολικῶν χρόνων ἡ νηστεία τῆς Τετράδος.
+ π.Ι.Σ